Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.261 Joseph. AJ 3.266 (English) >>Joseph. AJ 3.271

3.264τοὺς δὲ λεπροὺς εἰς τὸ παντελὲς ἐξήλασε τῆς πόλεως μηδενὶ συνδιαιτωμένους καὶ νεκροῦ μηδὲν διαφέροντας· ἂν δέ τις ἐξικετεύσας τὸν θεὸν ἀπολυθῇ τῆς νόσου καὶ τὴν ἐρρωμένην κομίσηται χρόαν, δὴ τοιοῦτος ποικίλαις ἀμείβεται θυσίαις τὸν θεόν, περὶ ὧν ὕστερον ἐροῦμεν. 3.265

Ὅθεν καὶ καταγελάσειεν ἄν τις τῶν λεγόντων Μωυσῆν λέπρᾳ κεκακωμένον αὐτόν τε ἀπʼ Αἰγύπτου φυγεῖν καὶ τῶν ἐκπεσόντων διὰ ταύτην τὴν αἰτίαν ἡγησάμενον εἰς τὴν Χαναναίαν ἀγαγεῖν αὐτούς. 3.266εἰ γὰρ τοῦτʼ ἦν ἀληθές, οὐκ ἂν ἐπὶ τῇ αὑτοῦ Μωυσῆς ἀτιμίᾳ τοιαῦτʼ ἐνομοθέτησεν, οἷς εὔλογον ἦν αὐτὸν καὶ ἑτέρων εἰσηγουμένων ἀντειρηκέναι, καὶ ταῦτα παρὰ πολλοῖς ὄντων λεπρῶν ἔθνεσι καὶ τιμῆς ἀπολαυόντων, οὐ μόνον ὕβρεως καὶ φυγῆς ἀπηλλαγμένων, ἀλλὰ καὶ τὰς ἐπισημοτάτας στρατείας στρατευομένων καὶ τὰς πολιτικὰς ἀρχὰς πιστευομένων καὶ εἰς ἱερὰ καὶ ναοὺς ἐχόντων ἐξουσίαν εἰσιέναι· 3.267ὥστʼ οὐδὲν ἐκώλυε καὶ Μωυσῆν, εἰ τοιούτῳ τινὶ συμπτώματι περὶ τὴν χρόαν τὸ σὺν αὐτῷ πλῆθος ἠλάττωτο, νομοθετῆσαι περὶ αὐτῶν τὰ κάλλιστα καὶ μηδεμίαν τοιαύτην ὁρίσαι ζημίαν. 3.268ἀλλὰ δῆλον μέν, ὡς ταῦτα περὶ ἡμῶν λέγουσιν ὑπὸ βασκανίας προαγόμενοι, Μωυσῆς δὲ τούτων καθαρὸς ὢν ἐν καθαροῖς τοῖς ὁμοφύλοις περὶ τῶν νενοσηκότων ἐνομοθέτει κατὰ τιμὴν τοῦ θεοῦ τοῦτο ποιῶν. ἀλλὰ περὶ μὲν τούτων ἕκαστος ὡς αὐτῷ δοκεῖ σκοπείτω.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.261 Joseph. AJ 3.266 (English) >>Joseph. AJ 3.271

Powered by PhiloLogic